Ancient Greek
20.2
Hippiatrica, Hippiatrica Berolinensia 20.2
Unproofread scanNot analysed yet
14 ἀλλ’ ἐνταῦθα ἡμῖν ὁ τὰ τοιαῦτα ἱστορῶν ἱστάσθω λόγος, ἵνα μὴ πόρρω τῆς ὑποθέσεως ἀπαχθέντες λάθωμεν. ὁρῶν δὲ τοὺς δοκιμωτάτους τῶν ἰατρῶν σημεία προλέγοντάς τινα, δι’ ὧν ἕκαστον πάθος ἐπιγινώσκεται τις συμπτωμάτων, ἀναγκαὁτάτον εἶναι νομίζω τοῦτον ἐπὶ τῆς τῶν ἵππων ἰατρικῆς τῆς προομηνύσεως παραλαμβάνειν τὸν τρόπον. εἰ γὰρ τῶν ἀνθρώπων τῇ κατὰ φύσιν ἐξουσίᾳ τοῦ λόγου δυναμένων παραστῆσαι τὸ λυποῦν οὐδὲν ἧττον τῆς ἀπὸ τῶν σημείων τοῖς ἰατρεύουσιν ἐδέησεν ἐπισκέψεως, πολὺ δήπου μᾶλλον δεῖ τῆς τῶν διδασκομένων γνωρισμάτων καταλήψεως ἐπὶ τῶν οὐ δυναμένων τὸ συμβὰν διελθεῖν.