Ancient Greek
201.1
Hippiatrica, Hippiatrica Berolinensia 201.1
Unproofread scanNot analysed yet
ἄλλο. 18 Ἐὰν ἵππος ὑπέρτονος γένῃται, ὅλῳ τῷ σώματι τρέμει, τκγʹ καὶ ἐπαναστὰς εἰς τοὐπίσω ἀπέχεται, ἔπειτα ὀρθὸς ἀνίσταται, καὶ τρέμει ὅλως καὶ ἰδροῖ. ἵαται δὲ οὕτως· δεῖ λύσαι τὰς φλέβας τὰς ἐν τῷ στήθει, εἶτα τὰς περὶ τὴν ἕδραν, καὶ λούειν θερμῷ πολλῷ, εἶτα κηρωτῇ τὸ σῶμα ἐναλείφειν καὶ στρωννύειν ἐν σκότει, καὶ ἡρεμεῖν ἐν τῇ ἱπποστασίᾳ ποιεῖν. ἐπὰν δὲ ἄνεσις γένῃται τοῦ στεναγμοῦ, φαγεῖν δίδου χόρτον, καταφραίνων αὐτὸν νίτρῳ, κριθῶν δὲ ποιεῖ ἀπέχεσθαι, ἕως ἂν ἀφαλῶς σχῇ.