Ancient Greek
201.3
Hippiatrica, Hippiatrica Berolinensia 201.3
Unproofread scanNot analysed yet
τετάνου πρόγνωσις καὶ ἴασις. 19 Ἐὰν ἵππος τετάνῳ συσχεθῇ, ἡ κεφαλὴ αὐτοῦ ἐν τῷ τραχήλῳ πήγνυται, καὶ οὐ περιστρέφεται, εἰ μὴ μόλις, αἱ τε νωτιαῖαι φλέβες συντέτανται, ὥσπερ ἐπὶ τῆς ποδάγρας, καὶ τὰ ὀντα βέβληται πλάγια, τὸ τε στῆμα ξηρόν ἐστι καὶ ἄνικμον καὶ τὰ χεῖλη. κύαθον οὖν οἴνου ἀχράτου θερμαίνων, καὶ τοῦ ἀπὸ τῆς ποδάγρας φαρμάκου τὸ ἴσον, ὁποτέρου ἂν μᾶλλον μνηκτῆρος τὸ πνεῦμα ἔχῃται, εἰς τοῦτον ἔγχει. ἐὰν δὲ ἐγχείῃς, τροχασάτω παραχρῆμα. καὶ μὴ δίδου ἐκείνης τῆς ἡμέρας μηδὲν ἄλλʼ ἢ ἄλευρον πίνειν ἐφʼ ἑκάτερον, δεῖπνον καὶ ἄριστον.