Ancient Greek
209.2
Hippiatrica, Hippiatrica Berolinensia 209.2
Unproofread scanNot analysed yet
2 συμβαίνει δὲ τοῦτο τῷ μεγάλῳ ἐντέρῳ, ὃ λέγεται μονέντερον (τινὲς δὲ κῶλον λέγουσιν), διὰ τὸ μὴ ἔχειν σύνδεσμον τοῖς λοιποῖς ἐντέροις, ἀλλὰ κυλίεσθαι καθ’ ἑαυτό· διὸ καὶ ἥχον ἀποτελεῖ καὶ ψόφον ἐν τῷ περιπάτῳ καὶ δρόμῳ. σημεῖα δὲ φέρει τάδε· περιπατῶν τοῖς ἐμπροσθίοις διαβαίνει μικρά, καὶ τὰ ὀπίστια προσφέρει αὐτοῖς, καὶ συγκαμπτεῖ ἑαυτὸν ὀδυνώμενος. ἡ δὲ τῶν ἐντέρων φύσις οὐκ ἔστιν ἴση παρὰ πᾶσιν. οἱ μὲν γὰρ ἔχουσιν ἔντερα μεγάλα ποδῶν κβʹ, λεπτὰ δὲ ποδῶν ξβʹ (τινὲς δὲ λέγουσι νʹ καὶ βʹ), καὶ οὗτοι μὲν ἀφʹ οὗ ἂν τὸν καταρτισμὸν φύωσιν, ὁ δὲ τούτων νεώτερος ἐλάσσον καθʹ ἡλικίαν.