Ancient Greek
322.7
Hippiatrica, Hippiatrica Berolinensia 322.7
Unproofread scanNot analysed yet
χ´i´ ἔνιοι δὲ τέμνοντες τὸ δῆγμα προσκαλεῖν συμβουλεύουσιν, διωθῶντες τὴν χεῖρα ἐνδοτέρω. δοκοῦντες γάρ, ὅπερ ἀδύνατόν ἐστι, τῇ χειρὶ ἀναλῦσαι αὐτό, μᾶλλον φλεγμονὴν ποιοῦσι καὶ πνευμάτωσιν. βοηθεῖται δὲ περιπάτῳ καὶ δρόμῳ τῷ διὰ κάλπης, καὶ κυλιόμενον οὐκ ἐμποδίζουσι. γίνεται γὰρ ἐνίοτε ἀναλῦθῃναι αὐτό. καὶ ἐγχωματίζουσι δὲ διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων ὅπῳ Κυρηναϊκῷ μετὰ οἴνου γλυκέος.