Ancient Greek
21.1
Hippiatrica, Hippiatrica Berolinensia 21.1
Unproofread scanNot analysed yet
μόγες. ἐτι δὲ τὰ χελύνια κεχαλασμένα ἴδοις ἂν, καὶ τοὺς ὀρχεις κεχαλασμένους, τὸ τε σῶμα εὐλυτον καὶ θερμὸν ὅλον ἐστί, τῆς ἀναπνοῆς πυρώδους ἀναφερομένης καὶ βαρείας, τὰ τε σκέλη προβάλλει. εἰ δὲ τις αὐτὸν ἐφείλχοιτο, περιπατεῖν οὐχ οἷός τε, ἀλλ’ οὐδὲ εἴ τις ἐπισπέρχοι· κατὰ μικρὸν δὲ ἐπιβαίνει παραφέρων τὸ σῶμα, ὥσπερ οἱ διὰ ποτὸν πλείονα ἀκροθώρακες καὶ σφαλλόμενοι. οὐ μὴν οὐδὲ καλινδεῖσθαι δύναται.