Ancient Greek
382.3
Hippiatrica, Hippiatrica Berolinensia 382.3
Unproofread scanNot analysed yet
ἄλλο ἐπὶ ψύξεως. 4 Αἷμα χοίρειον θερμὸν ἐγχωμάτιζε μετὰ οἴνου. κεφάλαιον ρη' περὶ σφακελισμοῦ καὶ ἱερᾶς νόσου. Ἀψύρτου. 1 Ἀψύρτος Τιβερίῳ Κλαυδίῳ Ἡρακλείδῃ Κλαζομενίῳ χαίρειν. βούλομαί σε εἰδέναι, ὅτι ἐν τοῖς ἵπποις σφακελισμὸς γίνεται, οὗ σημεῖα τάδε· πίπτει ἐξαίφνης, καὶ τῶν ἄρθρων ἃ μὲν ἀνίσταται, ἃ δὲ συντείνεται, καὶ παλμὸς ὅλου τοῦ σώματος, ἔσθ' ὅτε δὲ καὶ ἀφρὸς περὶ τὸ στόμα γίνεται. ἔστι δὲ τοῦτο ἐν ἀνθρώποις ἱερὰ νόσος λεγόμενον. τούτῳ ἡμεῖς προσφέρομεν τὴν τροφήν, βρέχοντες τὸ νίτρον καὶ ποτίζοντες. ἀρμόζει δὲ τούτῳ καὶ ἡ κάθαρσις ἢ διὰ τοῦ σινύου καὶ τοῦ νίτρου ἐν ἑπτὰ ἡμέραις, καὶ οὐ συμβήσεται συνεχῶς αὐτῷ.