Ancient Greek
21.3
Hippiatrica, Hippiatrica Berolinensia 21.3
Unproofread scanNot analysed yet
17 θεραπεύε οὖν τὸν τρόπον τοῦτον· αἷμα ἀφαίρει ἐκ τῶν κροτάφων καὶ τοῦ προσώπου, τὴν δὲ τροφὴν αὐτῷ μὴ πρόσφερε τῇ πρώτῃ ἡμέρᾳ, ἀλλὰ μόνον τὸν ποτὸν κατὰ μικρὸν δίδου, καὶ περιπατεῖν ὀλίγα καὶ πρᾶως ποιεῖ ἐσκεπασμένον, ὄντος καὶ τοῦ τόπου ἐν ᾧ ἔστηκε θερμοῦ. ὅταν δὲ βέλτιον ἔχειν δοκῇ, προαγέσθω ἐπὶ νομὴν, ἐὰν πόας καιρὸς ᾖ. εἰ δὲ μὴ ᾖ, παραβαλλέσθω χόρτος ἐκ προσαγωγῆς καὶ κατ’ ὀλίγον καὶ κριθαὶ καλῶς περιεπισμέναι σύμετροι, μὴ πολλαὶ τὸ κατ’ ἀρχάς.