Ancient Greek
21.4
Hippiatrica, Hippiatrica Berolinensia 21.4
Unproofread scanNot analysed yet
18 ἐστι δὲ ὅτε πολλάκις καὶ μὴ πυρέσσων κεφαλὴν νένευκεν ἀπὸ τινος κόπου, ὁμοίως καὶ τὰ σκέλη προβάλλει, καὶ ἀναπεσὼν πλατύνεται. ἀλλὰ καὶ τοῦτον ἐπιγνώσῃ, τὰς κριθὰς προσφέρων ἢ καὶ τινὰς ἑτέρας τροφάς. ἐὰν γὰρ ἐσθῇ προθύμως, οὐ πυρέττει. ὁ γὰρ πυρετῷ συνεχόμενος οὐχ ἐσθίειν ἐθέλει, κατηφὴς ὢν καὶ μόνον ἐπιζητῶν τὸν ποτὸν, καὶ κατακλιθεὶς εἰς τὴν γῆν διεγείρεσθαι |οὐ δύναται οὐδὲ καθεύδειν.