Ancient Greek
212.3
Hippiatrica, Hippiatrica Berolinensia 212.3
Unproofread scanNot analysed yet
κεφάλαιον λη' περὶ ἐκχύσεως καὶ ὑδέρου. Ἀψύρτου. 1 Ἀψυρτος Ποσειδωνίῳ χαίρειν. ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι, ὅταν ἢ τὸ ζῷον παρέχχυσιν ἔχον, ὑδεριᾷ. ἐπιγνώση δὲ ἔχον μεγάλην γαστέρα, οἰδοῦν τὰ σκέλη καὶ τοὺς διδύμους καὶ τῶν ἐμπροσθίων τοὺς ἀγκῶνας ἢ γόνата λεγόμενα, ξηὸν ῥάχιν, ἰσχία καὶ λαγόνας ὡσαύτως, αἱ τε κιθάραι παρ' ἑκάτερα τοῦ νώτου ὀστοφανοῦσι, τὰς τε ἐν τῇ κεφαλῇ φλέβας ἀδήλους ἔχει καὶ <τὰς ἐν> τῷ προσώπῳ, ὡσαύτως καὶ τὰς ὑπὸ τῇ γλώσσῃ. ἀψαμένῳ δὲ τοῦ οἰδήματος τῇ χειρὶ εἴκει καὶ ἐντυποῦται. καὶ κατακλινόμενος ἐπὶ τὴν κοιλίαν οὐ μένει, ἀλλ' ἐκτείνει ἑαυτὸν καὶ πλατύνεται, καὶ |ἐν τῇ τρύψει ἔχει τὰς τρύχας.