Ancient Greek
415.12
Hippiatrica, Hippiatrica Berolinensia 415.12
Unproofread scanNot analysed yet
λεῖον γένηται καὶ οὕτως συγκ. |μέλιτος Ἱεροκλέους εἰς τὸ αὐτό. 3 Εἰ τὴν τροφὴν ἀναφέρει διὰ τοῦ στόματος ἢ τοῦ μυκτήρος, καλεῖται χορδαψὸς τὸ πάθος. βοηθεῖσθω δὲ οὕτως· καθείς τὴν χεῖρα, ἔξαγε τὰ ἀπεσφηνωκότα τοὺς πόρους, εἶτα ἐγκλυζέσθω διὰ μυκτήρος ὕδατι μετὰ νίτρου. καὶ λουέσθω ὕδατι θερμῷ κατὰ τοῦ νώτου καὶ τῶν ἰσχίων, εἰς ψυχρὸν δὲ μὴ ἐμβαίνειν. φαγεῖν τε διδόναι χόρτον χλωρὸν ἢ κριθὰς ἔψοντα ἢ ἄλευρα κριθῖνα ἢ ὀλύρας ἀλεσθείσας, κατακρανοντα τῷ νίτρῳ. |