Ancient Greek
222.2
Hippiatrica, Hippiatrica Berolinensia 222.2
Unproofread scanNot analysed yet
σπληνὸς πρόγνωσις καὶ ἴασις. Ἐὰν περὶ τὸν σπλήνα ἢ τὸ πάθος, ἢ τε γαστὴρ μεγάλη γίνεται, καὶ στένει σφόδρα, καὶ ὀδυνᾶται. ἐὰν δὲ βούλῃ βοηθεῖν, λαβὼν καυτήριον διάπυρον, παλαιστὴν ἀποστήσας ἀπὸ τῆς σφαίρας καῦσον ἐξ ἀμφοτέρων τῶν πλευρῶν· ἔστι δὲ ὁ τόπος, ᾧ πτερυγίζομεν. τὸ μὲν οὖν πρῶτον καῦμα ἔστω ἐν τῷ προειρημένῳ τόπῳ, ἕτερον δὲ ἔμβαλε ἀποστήσας τοῦ προτέρου ὡς τρεῖς δακτύλους. ὅταν δὲ καύσῃς, ὡς προεῴρηται, θεραπεύε τὸ ἕλκος τῷ προειρημένῳ φαρμάκῳ.