Ancient Greek
222.4
Hippiatrica, Hippiatrica Berolinensia 222.4
Unproofread scanNot analysed yet
r κεφάλαιον μα' περὶ τερηδόνων. ψλβ' 1 Τὸ τῶν τερηδόνων γένος ἐστὶν οἱ σκώληκες, οἱ γινόμενοι ἐν τοῖς ἐντέροις καὶ ἐν τῇ κοιλίᾳ, οἵτινες ἐν τοῖς κοπρίοις ἀφοδευόμενοι ἐμπλέκονται τῇ ἐκστροφῇ τοῦ σφιγκτῆρος καὶ πρόσκεινται. σημεῖα δέ ἐστι τάδε· προστρίβει τὴν οὐρὰν καὶ τὴν ἕδραν πρὸς τὴν φάτνην καὶ τοὺς τοίχους. δεῖ οὖν καθιέναι τὴν χεῖρα, καὶ ἀφαιρεῖν, καὶ κονίαν ἀπὸ τῆς ἐστίας ἐμπάσσειν, ὅταν ἀφοδεύῃ. οὐκ ἔχει δὲ κίνδυνον ἐν τούτῳ. συμβαίνει δὲ καὶ ταῖς ἐλάφοις ἐγγίνεσθαι τοὺς σκόληκας ἐν τῇ κοιλίᾳ, καὶ μηρυκωμένων αὐτῶν ἀναφέρεσθαι, καὶ ἐμπλέκεσθαι αὐτοὺς εἰς τὸν βρόγχον καὶ μένειν. καὶ οὐχ ἔστηκεν