Ancient Greek
23.1
Hippiatrica, Hippiatrica Berolinensia 23.1
Unproofread scanNot analysed yet
λαβὼν συκαμίνου τὰ ἁπαλά, εἰ δὲ μή, τὴν ῥίζαν τρίψας, ὕδατι ἐψησον, εἶτα μέλιτος κοτύλην ἐπίχεε τρεῖς τοῦ ὕδατος τοῦ ἠψημένου, εἶτα ἔχεον εἰς τοὺς μυκτήρας, καὶ εἰς βαλανεῖον ἀγαγὼν λούσον, καὶ οἶνῳ καὶ ἐλαίῳ ἐμφυσῶν ἀνάτριβε, εἶτα περίστειλον ἱματίοις. καὶ ὅταν μέλλῃ κοιμᾶσθαι, τῶν σιτίων κατὰ μικρὸν πρόσφερε. ἄφελε δὲ αὐτοῦ αἷμα ἀπὸ τῶν προτάφων ὅσον κοτύλας τρεῖς, τῇ δὲ ἄλλῃ ἀπὸ τῶν σκελῶν ἄνωτερον τοῦ γόνατος καὶ ἕασον ἀπορροῦναι κοτύλας ἕξ, καὶ ἐπιμελοῦ ὡς βέλτιστα.