Ancient Greek
23.2
Hippiatrica, Hippiatrica Berolinensia 23.2
Unproofread scanNot analysed yet
Ἀνατολίου εἰς τὸ αὐτό. 23 Ἐπιγνώση τὸν πυρέσσοντα ἵππον ἐκ τοῦ τὴν κοιλίαν γὑποχωρεῖν καὶ ἀφοδεύειν πυκνά. θεραπευτέον οὖν αὐτὸν λου-τρῷ θερμῷ θερείας, χειμῶνος δὲ θαλπτεῖον ὡς μὴ ῥιγῶσαι. καὶ τροφὴν ὀλίγην ὀρόβιον ἢ πυρίνων ἀλεύρων δοτέον καὶ ποτὸν ὕδωρ χλιαρὸν προσκομιστέον καὶ διὰ κοιλίας καθαγτέον αἷμά τε ἐκ τοῦ τραχήλου ἢ τῶν περὶ τὴν φάρυγα ἢ τὸ στήθος φλεβῶν <ἢ τοῦ ποδὸς> ἀφαιρετέον τὰ τε γόνατα χρι-στέον ὀξεῖ θερμῷ. ὅταν δὲ ἕρρωσθαι δοκῇ, λούσον ὕδατι θερμῷ. ἐὰν δὲ διὰ κόπον πυρέττῃ καὶ ἐπισχνοθῇ, γάλακτος αἰγείου κοτύλην μίαν, ἁμύλου τὸ ἄκοον, <ἐλαίου ἡμικοτύλιον>, ὥς τέσσαρα, ἀνδράχνης κοπεῖσης τὸν ὀπὸν μέζας ἅμα ἔγχει ἐπὶ ἡμέραις τρισὶν ἢ καὶ πλείοσι διὰ τοῦ στόματος, ἕως ἂν ὑγιανῃ. ἐὰν δὲ δι' ἐπιφορὰν παρισθμιῶν ἢ τῶν περὶ τὴν κεφαλήν