Ancient Greek
233.7
Hippiatrica, Hippiatrica Berolinensia 233.7
Unproofread scanNot analysed yet
Ἰπποκράτους περὶ στρόφου. 11 Ὁ στροφοῦμενος ἵππος διαγιγώσκεται οὕτως· κυλίεται συνεχῶς, καὶ ἡ γαστὴρ φυσιᾶται, καὶ κατακλιθεὶς στενάζει καὶ στρέφεται ὧδε καὶ ὧδε, τὰ δὲ ἔντερα βουβέι. θεραπεύε οὖν οὕτως· πυρία καὶ χειροτοῦβει, καταφυσῶν οἴνῳ καὶ ἐλαίῳ θερμῷ ὅλον, καὶ ἐγχυμάτιζε στύρακι καὶ οἴνῳ καὶ ἐλαίῳ καὶ ἀριστολογείᾳ, ἢ πράσῳ χυλῷ μετὰ οἴνου καὶ ἐλαίου. κλύζε δὲ οἰνελαιῷ, καὶ τὴν χεῖρα πιαίνων ἐλαίῳ ἔμβαλλε εἰς τὴν ἕδραν