Ancient Greek
63.1
Hippiatrica, Hippiatrica Berolinensia 63.1
Unproofread scanNot analysed yet
καὶ τίς ἡ πρὸς αὐτὴν θεραπεία; ὅπερ ἐστὶν εὐγνώστον, ἐν τοῦ συμβαίνοντος γὰρ ἡ προσωνυμία διεῖληπται. ὅταν ἐξ ὁδοιπορίας ὤν ἡ ὁρόμου ὑπὸ τὸ ἄσθμα λάβῃ τὰς κοιλίας, ἄπεπτος γίνεται, καὶ ὑποτρέχει ἡ ὠμότης ὑπὸ τὴν βύρσαν, καὶ ὑποτέταται περὶ πᾶν τὸ σῶμα, καὶ συσπάται καὶ οὐ προβαίνει, οὔδὲ τὰ ἄρθρα κάμπτειν δύναται, καὶ τὰ ὀὔρα μετὰ βίας προῖεται, ὁπίτει τε ἑαυτὸν καὶ διεγείρεσθαι οὐ θέλει, ἀλλ’ ἐσθίει κατακείμενος.