Ancient Greek
236.1
Hippiatrica, Hippiatrica Berolinensia 236.1
Unproofread scanNot analysed yet
ἡ ἐξ ἄλλης τινὸς αἰτίας, θεραπεύε οὕτως· πόρπακας λινούς ἢ κανναβίνους μὴ λεπτοὺς ἐπιτίθει παρ’ ἑκάτερα τοῦ τραύματος εἰς τὴν βύρσαν, ὅσοι ἱκανοί εἰσι, καὶ μῶτα ποιήσας ἔρια οἴνῳ καὶ ἐλαίῳ ἐντίθει, καὶ οὕτως ἐπίδησον, καταλαβόμενος τοῖς πόρπαξι. καὶ διὰ τρίτης λύσας, κατάντλει θερμῷ ὕδατι ὡς πλείστῳ, καὶ τὸ αὐτὸ ποιεῖ καθ’ ἡμέραν, προσαντλῶν μέχρις ἡμερῶν ἄλλων τεσσάρων. διελθουσῶν δὲ ,λύε τοὺς πόρπακας, καὶ τῷ ὀροβίνῳ πρόσπασσε, προσβρέχων ὕδατι χειμῶνος καὶ θέρους θερμῷ. ἂν δὲ ἀνακαθαρθῇ, ὑπόχρει τῇ λιπαρᾷ, καὶ ἔσται ὑγιής.