Ancient Greek
236.2
Hippiatrica, Hippiatrica Berolinensia 236.2
Unproofread scanNot analysed yet
2 ἔσθ’ ὅτε δὲ συμβαίνει ἐκφυσήματα γενέσθαι δι’ ὅλου <τοῦ σώματος> τοῦ ἵππου |ὑπὸ βύρσαν, ὥστε ὑπολαμβάνειν φλεγμονὴν εἶναι τῶν ἐντός. διὸ δεῖ ἐν τῷ στήθει ἐκκόπτειν τῆς βύρσης ἀπέχοντα ἀλλήλων ἐν τρισὶ τόποις τῇ περιοχῇ τοῦ ἀντίχειρος τῷ ὀνυχὶ διπλάσιον, καὶ οὕτως διελεύσεται τὰ ἐμφυσήματα, κίνδυνον δὲ οὐχ ἔχει. γενομένης δὲ τῆς διακοπῆς ἐν τῷ τόπῳ διαπερές, μὴ θεραπεύε. οὐ δύναται γὰρ ζῆν διὰ τὸ παρακεῖσθαι τὴν καρδίαν καὶ ψυχὴν λαμβάνειν.