Ancient Greek
240.3 to 316.1
Hippiatrica, Hippiatrica Berolinensia 240.3-316.1
Unproofread scanNot analysed yet
πρὸς οἴδησιν ὀρχεῶν. 4 Κοητάριον μετὰ κόπρου βοείας καὶ κυμίνου καὶ ὀξυκρατόν λειώδας, χοῖε μέχρι θεραπείας. Πελαγωνίου. πρὸς τοὺς ἀπὸ αἰδοίων πύον φέροντας. 5 Ἀλεκτρυόνα καὶ σκυλάκιον κατὰ ταὐτὸ ἐψησας μεθ’ ὕδατος, ἔπειτα διηθήσας τὸ ὕδωρ, καὶ προσβαλὼν ἀσφάλτου λελειωμένης δραχμὴν μίαν, προπότιζε ἐπὶ ἡμέρας θ’. κεφάλαιον ν’ περὶ ἐντεροκήλης. Ἀψύρτου. 1 Ἀψύρτος Δίῳ ἱπποίατρῷ πολίτῃ χαίρειν. ἐγγραφὰς μοι περὶ ἐντεροκήλης· ἐὰν οὖν ἵππῳ τοῦτο γένηται, ὅπερ μάλιστα παλαιοτέροις εἴωθε συμβαίνειν, τὸν ὀρχεον, τουτέστι τὴν καλουμένην θυλάκην ἀποπλέσαντα, χρή, καθὸ τὸ βάρος νέενυχε, βαλόντα πόρπινκα ἀποδῆσαι στερεῶς, καὶ καταβρέχειν ὄξει ἐπὶ τῶν ἀκρωτηρίων, οὐ δεῖ καίειν, ἀλλ᾽ ἀποτέμνειν, ξῦν τε ἄσσον ὕελω, καὶ χαλκῖτιν ὠμὴν τρίψαντα ἐν ὀλμῷ ἐπιδεσμεῖν, καὶ τοῦτο καθ᾽ ἡμέραν ποιεῖν, ὕδωρ δὲ μὴ προσάγειν, καὶ ἔσται ὑγιῆς. μάλιστα δὲ δεῖ ἀπέχεσθαι τῆς κατακαύσεως, ὅταν ἡ ἐν τῇ θέσει τοῦ ποδὸς περὶ τὴν στεφάνην. δυσκόλως γὰρ ἀπουλοῦνται.