Ancient Greek
316.2
Hippiatrica, Hippiatrica Berolinensia 316.2
Unproofread scanNot analysed yet
Ἱεροχλέους εἰς τὸ αὐτό. 2 Συκὰς καὶ μυρηχίας τὰς λεγομένας, εἰ γένοιντο ἐν οἰωδήποτε μέρει τοῦ σώματος, μάλιστα δὲ ἐπὶ τῶν ἀκρωτηρίων, συμβουλεύει Ἀφρῦτος μὴ καίειν, ἀλλ᾽ ἀποτέμνειν καὶ ξέειν ἐγγύς, εἶτα χαλκῖτιν ὠμὴν τρίψαντα ἐπιτιθέναι καὶ ἐπιδεσμεῖν, καὶ τοῦτο καθ᾽ ἡμέραν ποιεῖν, ὕδωρ δὲ μὴ προσφέρειν τῷ τόπῳ, ἕως ἂν ὑγιὴς γένηται. μάλιστα δὲ ἀπαγορεύει μὴ καίειν, ὅταν γένηται ἐν τῇ θέσει τοῦ ποδὸς κατὰ τὴν στεφάνην. δυσχερῶς γὰρ ἀπουλοῦται.