Ancient Greek
254.1
Hippiatrica, Hippiatrica Berolinensia 254.1
Unproofread scanNot analysed yet
τῶν ἄγκυλῶν παρὰ τοὺς ἄστραγάλους ὡσαύτως μὴ πολλῇ τῇ φύσει, ἐκ τε τῶν ἐμπροσθίων. ποτίζειν δὲ αὐτὸν θερμῷ μετὰ νίτρου καὶ ἀλεύρων πυρίνων καθαρῶν. ἔστι δὲ καὶ τοῦτο· ἰοανθέμου δίξης δράκα, καὶ μάννης ὀξύβαφον διέντα οἴνῳ, ἐγχυματίζειν διὰ τῶν ὀνῶν καθ' ἡμέραν κοτύλην μέχρι ἡμερῶν τριῶν, καὶ πτελέας φλοιὸν κόπτοντα ἐν ὀλμῷ καὶ οἴνῳ πλύνοντα ἐγχυματίζειν ὁμοίως. ἄριστον δὲ καὶ τοῦτο· σεῦτλα ἐφήσαντα ἐν ὕδατι, καὶ τῷ ἀφεψήματι ἐκπιεσθέντι μίζαντα ἐλαίου κυάθους τρεῖς κοτύλαις τρισὶν ὡσαύτως ἐγχυματίζειν, καὶ γυμνάζειν αὐτόν.