Ancient Greek
254.2
Hippiatrica, Hippiatrica Berolinensia 254.2
Unproofread scanNot analysed yet
3 πᾶσι μὲν οὖν τούτοις ἐχρησάμεθα. μάλιστα δὲ ἡμῖν ἀρέσκει ποιεῖσθαι τὴν κάθαρσιν ἐν αὐτῷ. τοῦ γὰρ σώματος ὅλου εὖ διακειμένου, τὰς εἰς τοὺς πόδας ἐπιρροίας βελτίους εἶναι συμβήσεται. |μετὰ δὲ τὴν κάθαρσιν ἰοανθέμου ὀξύβαφον οἴνῳ διέντα γλυκεῖ καὶ εὐώδει ὅσον εἰς κοτύλην, ἔχειν εἰς τοὺς μυκτήρας, χόστον τε χλωρὸν παραβάλλειν· εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν τῷ νίτρῳ καταφραίνοντα· καλλίων δὲ ὁ χλωρός. μὴ πανομένου δὲ τοῦ πάθους, τοὺς ὄρχεις ἐκτέμνειν, καὶ ὑγὴς γίνεται.