Ancient Greek
278.2
Hippiatrica, Hippiatrica Berolinensia 278.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Πρὸς τοὺς ἐξ ἀδήλου αἰτίας ἰσχνούς γινομένους χρησθαι 15 δεῖ ἐγχυματισμῷ τῷ δι’ οἴνου καὶ ἐλαίου καὶ σμύρνης ὀλκῇ τριωβόλου. ἢ πεπέρεως λευκοῦ κόκκους εἴκοσι τρίψαντα ἢ πήγανον ἐν οἴνῳ ξέσαντα ἐγχυματίζειν. ἔστω δὲ πανταχοῦ οἴνου εὐώδους κοτύλη καὶ ἐλαίου κνάθος. φησὶ δὲ Ἀψυρτος 229 οὐκ ἄδηλον εἶναι τὴν αἰτίαν, ἀλλ’ ἀπὸ φύσεως |γίνεσθαι. ἐὰν 20 μέντοι μὴ τρώγῃ, ἀλλὰ καὶ ὀρθὰς ἔχῃ τὰς τρίχας, ἐγχυματίζε διὰ στόματος αἵματι ὕδρ μὴ παλαιοῦ μετὰ οἴνου, ἐξ ἴσου ἄμ-φότερα μίζας. ἔνιοι δὲ κρόμυα καὶ εὐξώμου σπέρμα διέντες οἴνῳ, ἐγχυματίζουσι διὰ στόματος. καλὸν δὲ καὶ τὴν ἀρτεμι-σίαν βοτάνην ἀποβρέχοντα εἰς οἴνον διδόναι καὶ ὅλον δὲ τὸν 25 ποτὸν τοιοῦτον παρέχειν. γράστιν δέ, ἐὰν ὁ καιρὸς ἢ, παρα-βάλλειν πυρίνην.