Ancient Greek
278.4
Hippiatrica, Hippiatrica Berolinensia 278.4
Unproofread scanNot analysed yet
3 τῷ δὲ ἀπὸ κόπου συνεχῶς ὄντι καὶ διὰ τοῦτο ἰσχνωθέντι βοηθήσεις οὕτως· ὀρόβους λευκοὺς ἐρεῖξας ὅσον εἰς χοίνικα, οὕτως· κόνυζαν κόψαντας καταπλάσσειν, ἢ κισοῦ πέταλα ὡσαύτως τριψαντας, ἢ τέφραν ἀμπελίνην ὀξεί φυράσαντας τὸ αὐτὸ ποιεῖν. ἀγαθὸν μὲν καὶ τοῦτο. ἕτεροι δὲ κυπάρισσον κόψαντες μετὰ ὀξὸς χρῶνται, τινὲς δὲ ὀοῦν. ἡμεῖς δὲ ἐχρησάμεθα τούτῳ· ἄλας τριψαντες μετὰ μέλιτος, ὥστε |εἶναι 327 γλοιώδες, καὶ ἐντέμνοντες τὸν πόδρον, ἐμπλάσσοντες εἰς ὀθόνην, ἐπιδεσμεύομεν δις τῆς ἡμέρας, προπυριῶντες ὕδατι θερμῷ. 2 μάλιστα δὲ συμβαίνει τοῦτο τοῖς ἐν ταῖς ἀγέλαις. γίνεται δὲ ὁ πόδρος μέγας, καὶ ἄμορφος ὁ πούς διὰ τὴν ἀθεραπευσίαν, καὶ περιπατεῖν οὐ δύναται, οὔτε ἀκολουθεῖν τοῖς ἄλλοις. ἔστω 10 δὲ οὐ βόσκεται, ἀλλ’ ἀδημονεῖ ἐπιζητῶν τὴν ἀγέλην, ὅππει τε ἑαυτόν, καὶ διεγείρεσθαι οὐ δύναται, διαφωνεῖ δὲ ῥαδίως. δεῖ δὲ τοὺς τοιούτους μὴ βόσκειν ἐν ἐλώδεσι τόποις ἢ ἐνύδροις, ἀλλὰ μεταγεῖν, ὅπου οὐκ ἔστιν ὕγρασία. ἀλλὰ μάλιστα κόνις λεπτή. καὶ εἰ τις δύναται μεθοδεύειν, θεραπεύσει τῷ 15 ἄλὶ μετὰ τοῦ μέλιτος καταχρίων πτεροῖς, ἢ πίση ὡσαύτως μετὰ τοῦ ἄλατος.