Ancient Greek
283.2 to 283.4
Hippiatrica, Hippiatrica Berolinensia 283.2-4
Unproofread scanNot analysed yet
2 καὶ τοῦτο δέ· ὄξος δριμύτατον καὶ γλοιὸν παιδικὸν καὶ κεδρέαν, ἀναξέσας ἐν ταύτῳ, ξυλοσπόγγιον ποιήσας, θερμῶς κατάχριε. ἐὰν δὲ μὴ ᾖ κεδρέα, πίση χοῖε μὴ πολλῇ, προ-απόσμηχε δὲ οὖφω παλαιῷ, μίσγων ὕδωρ θερμόν, καὶ ὅσα δὲ στυπτικὰ ἀρμόζει. ἐνεργεῖ δὲ καὶ τοῦτο· θείου καὶ ἀσφάλτου, ἑκάστου τὸ ἴσον τρίψας, ἔλαιον ἐπιχέας ψυχρόν, κατάχριε, καὶ στηκέτω ἐν τῷ ἡλίῳ, νυκτὸς δὲ ὑπαίθρος, ἐὰν ᾖ θερεία. ἄριστον δὲ καὶ τοῦτο· στέαρ χοίρειον καὶ πίσσαν καὶ κηρόν, ἴσον ἑκάστου τήξας, καὶ θείου τρίψας μίξον, καὶ ἔλαιον ἐπι-χέας θερμόν, ἐνάλειφε.