Ancient Greek
283.5
Hippiatrica, Hippiatrica Berolinensia 283.5
Unproofread scanNot analysed yet
ἀρμόσει δὲ καὶ ἡ κάθαρσις ἢ διὰ τοῦ νίτρου καὶ τοῦ σι-κύνου τοῦ ἀγρίου. 14 τρία γὰρ ὀξύτατα πάθη ἐστὶν ἵπποις τε καὶ τοῖς ἄλλοις, ὅσα μόνυχας ὄπλὰς ἔχει· κύστις καὶ ἐπίστρεψις ἐντέρων, ὃ καλεῖται εἰλεός, καὶ καρδιακή. τὰ δὲ ἄλλα πάθη ἐπιμένει ἐπὶ ἡμέρας. εἴωθεν δὲ καὶ κριθίασις καὶ πνῖγμα καὶ κοιλίας πό[νος συντόμως ἀναιρεῖν, ἐὰν μὴ τάχος βοηθηθῇ. χρήσιμον δὲ κάκεινο τῷ δυσουριῶντι· πέπερι ὅσον ὀξύβαφον οἶνον κοτύλη διέντα ἐγχυματίζειν, ἀπάγοντα εἰς πηλόν, ἢ μᾶλλον, ἐνθα ἕτερα κτῆνη οὐρήσεν, καὶ προτρέπεισθαι οὐρεῖν. ἢ κισσοῦ φύλλα ἐφήσαντα ἐν οἴνῳ γλυκέος λευκοῦ κοτύλαις δύο, καὶ νίτρον λευκὸν ἐπεμβαλόντα, χλιάναντά τε καὶ διὰ μυκτήρος ἀριστεροῦ ἐγχάαντα, ποιῆσαι διαβαδίζειν. 15 Μάγων δὲ ὁ Χαλκηδόνιος ἐν τοῖς Γεωργικοῖς φησὶν ἐκ τῶν ἐμπροσθίων αὐτοῦ ποδῶν κάτωθεν ὑποζύσαντα ἐκ τοῦ κατ’ ὄνυχα μέρους τὰ ὑποζύσματα αὐτὰ τῆς ὄπλῆς τρῖβειν ἐν οἴνῳ, καὶ ἐγχυματίζειν διὰ τῆς ὀινός, οὐρήσει γάρ. καλὸν δὲ κάκεινο, ᾧ Σαρμάται χρῶνται· καλύψαντες τὸν ἵππον ἄνωθεν ἀπὸ τοῦ τραχήλου μέχρι τῶν ἰσχίων ἱματίῳ, ὑποθυμῶσιν ὑπὸ τὴν κοιλίαν καὶ τοὺς ὄρχεις καστόριον ἐπ’ ἀνθράκων· εἶτα ποιοῦσιν περιπατεῖν, καὶ οὐρεῖ. ὅταν δὲ καθόλου μὴ οὐρῇ, προσάγειν χρὴ πυρίας τὰς διὰ τοῦ θερμοῦ ὕδατος, καὶ ἐγχυματίζειν οἶνον γλυκέος κεκραμένου θερμῷ ὕδατι μὴ πλέον κοτυλῶν δύο, καὶ ὑδρόμελι δὲ ὁμοίως ἐγχυματίζειν διὰ τοῦ ἀριστεροῦ μυκτήρος. μάλιστα δὲ ἀφεψήματι σέυτλου καὶ μαλάχης διὰ γλυκέος οἴνου ἐγχυματίζειν, καὶ τὸν χόρτον δὲ χλωρὸν διδόναι· εἰ δὴ μὴ ἢ, μελιχράτῳ καταφραίνειν τὸν ξηρὸν καὶ τὴν ἄλλην τροφὴν ὁμοίως, πτισάνην καὶ τὴν κριθὴν ποιοῦντα. ταῦτα γὰρ χαλάσει τὸ ζῷον. καὶ θηλείας δὲ παρισταμένης, ἐνίοτε ἐρεθιζόμενον οὐρεῖ. δεῖ γε μὴν πειθεσθαι Ἀριστοτέλει, ὃς φησὶν ἵππον μόνον περιπίπτειν τῷ τῆς δυσουρίας πάθει.