Ancient Greek
284.4 to 203.24
Hippiatrica, Hippiatrica Berolinensia 284.4-203.24
Unproofread scanNot analysed yet
τῇ δὲ λιμοψώρα καλουμένῃ καὶ πίτυρα γίνεται. βοηθεῖ δὲ, θέρμους ἐφήσας καὶ τῷ ὕδατι αὐτῶν καταντλήσας τὸ ξῶον. 5 ψώρας πρόγνωσις καὶ ἰᾶσις. Πρῶτον μὲν τὸ σῶμα φιλοῦται καὶ ἀπολενκοῦται καὶ συνεσπάζεται, καὶ λεπίδες ἀποξύνονται, καὶ πορεύεται προβαίνων πυκνὸν καὶ μικρὸν διὰ τὸ συνεσπάσθαι. ἐκνίψας οὖν κονία, καὶ ὕδατι θερμῷ ἀπολούσας, χρῖσον τῷ φαρμάκῳ τὰ λεπριῶντα. ὅταν δὲ χρῖόμενος ὀιγώσῃ, σύστελλε ἐν οἴκῳ θερμῷ, καὶ πῦρ παράχαιε, καὶ φύλασσε, ἵνα μὴ κυλίηται, μηδὲ ἐν πηλῷ ὅποτε ἀνίστασθαι βούλοιτο, δυσχερῶς μὲν ἐκ τῶν ὀπισθίων ἐγείρεται, ἐπὶ δὲ τοὺς νεφροὺς συγκαθίζεται, ὅθεν καὶ ἡ τοῦ ὀπισθοτόνου προσήγορία κατάγεται. 22 θεραπεύσεις δὲ τὸ τοιοῦτο πάθος χειμῶνος μὲν δυσχερῶς, τῷ δὲ θέρει εἰ θελήσεις μετὰ τῆς δεούσης ἐπιμελείας, περιγενήσῃ. καὶ πρῶτον μὲν ἀλείμμασι χρῆση τοιούτοις· στέαρ χοίρειον, ὥπτινὴν τερεβινθίνην, κηρὸν λελειωμένον, ἐν ταύτῳ ἑλαίῳ ἀναλάμβανε καὶ χρῶ. πολλοὶ δὲ καὶ ὀρόβους ἐψήσαντες, τῷ ὕδατι τὴν κεφαλὴν ἐπανλοῦσιν, τὸ δ’ αὐτὸ καὶ ἀπὸ κριθῶν ποιοῦσιν. τινὲς δὲ καὶ ἐπὶ κοπρίας χωννύουσι τὸ κάμνον ζῷον ἢ εἰς θερμὴν ἄμμον. ποιοῦσι δὲ καὶ προσπότι- σμα τόδε· πεπέρεως κόκκους δέκα, νίτρου γο α’, ὅπου Κυρηναϊκοῦ κυάμου μέγεθος· ταῦτα πάντα κατὰ μόνας λειώδας καὶ μίξας προστιθείς ἑλαίου καὶ οἴνου πρωτείου ζέστας δύο καθ’ ἑκάστην ἡμέραν προσπότιζε. πολλοὶ δὲ καὶ τοῦτο συμβάλλεσθαι λέγουσιν, ὅπερ καὶ ἡμῖν διὰ πείρας ἐλήλυθεν· στέατος χοίρειον γράμματα ις’, στέατος αἰγείου γράμματα ις’, ὥπτινῆς τερεβινθίνης γράμματα δ’, ἑλαίου κεδρίνου ξε’. ς’, ἑλαίου κοινοῦ ξε’. δ’· ταῦτα πάντα μίξον εἰς ὕδωρ, ἐν ᾧ πρῶτον νίτρον |καὶ ἅλας ἀφήψεται. ἐξ οὗ ὡς θερμοῦ βοηθήματος ἀλείφομεν τὸ ἀσθενοῦν ζῷον, διὰ δὲ τῶν νυκτήρων ταύτην τὴν θεραπείαν ἐμβάλλομεν· στέατος χοίρειον τὸ ἄκροῦν μετὰ ἑλαίου κοινοῦ καὶ μέλιτος ἀναξέσαντες, καὶ μίξαντες ἐν ταύτῳ, κεχρήμεθα συνεχῶς. ἢ μάλagma λύσαντες εἰς ἄνθρα- κας ζῶντας ἑλαίῳ κοινῷ καὶ Κυρηνῷ, ἐκεῖθεν τὴν κεφαλὴν καὶ τὸν αὐχένα καὶ ἅπαν τὸ σῶμα χρίομεν.