Ancient Greek
284.3
Hippiatrica, Hippiatrica Berolinensia 284.3
Unproofread scanNot analysed yet
4 ἢ ἄλλως· θείῳ καὶ ἀσφάλτῳ λελειωμένοις, ἔλαιον ἐπιχέας ψυχρόν, κατάχριε. καὶ στηκέτω ἐν τῷ ἡλίῳ, ἐν δὲ τῷ θέρει καὶ νυκτὸς ὑπαίθρος. ἢ πίσαν μετὰ ἐλαίου παλαιοῦ καὶ κηροῦ λεάνας ὁμοῦ, θεῖον λεπτὸν ἐπιμίξας χρῶ. ἄριστον δὲ καὶ τοῦτο· στέαρ χοίρειον καὶ πίσαν καὶ κηρόν, ἴσον ἐκάτερον τήξας, καὶ θεῖον τρίψας καὶ μίζας, καὶ ἔλαιον ἐπιχέας θερμόν, ἄλειφε. ὠφελεῖ δὲ καὶ ἡ κάθαρσις ἢ διὰ τοῦ ἀγρίου σικύου καὶ τοῦ νίτρου.