Ancient Greek
285.1 to 35.1
Hippiatrica, Hippiatrica Berolinensia 285.1-35.1
Unproofread scanNot analysed yet
στηκέτω ἢ ἐν κόπρῳ. εἶτα ἐπισχὼν |ἔκλουσον καὶ ἀνάτριβε, 234ἔμφυσήσας οἴνῳ καὶ ἐλαίῳ. καὶ ἐὰν μὲν ἰκανῶς ἔχῃ, ἕα. εἰ δὲ μή, τῷ φαρμάκῳ κατάχριε. τοῖς δὲ σιτίοις καὶ ποτοῖς ὡς βέλ τιστα τὴν ἐπιμέλειαν ποιοῦ. ἄλλο. 6 Τὸν φλοῦν τῆς ἰτέας καύσας καὶ λαβὼν τὴν στακτήν, μίξας μετὰ ὕδατος χρῖε. ἢ τὴν τοῦ σαπωνᾶ κατασταλακτήν λεγομένην κατάχριε. ἄλλο. 7 Βλάχρον φρύξας καὶ τρίψας μετὰ ἁλὸς καὶ ἐλαίῳ παλαιῷ δεύσας, κατάχριε. ἄλλο. 8 Θείου ἀπύρου, ῥητίνης τερεβινθίνης, ἀσβέστου ὀλίγον, τὸ θεῖον καὶ τὴν ἄσβεστον λεάνας, ἀναλάμβανε τῇ ῥητίνη, καὶ ποιήσας ἔμπλαστον χρῶ. ἄλλο. 9 Ἀσφάλτου λίτρας βʹ, θείου ἀπύρου λίτρας βʹ, |νίτρου 234 λίτρας βʹ, ῥητίνης πιτυνῆς λίτρας βʹ, κηροῦ λίτρας δʹ, κεδρέας ξέ. βʹ, πίσσης ὑγρᾶς ξέ. ιʹ, ἐλαίου ξέ. ιβʹ, ὄξους ξέ. τρεῖς, ἀμόργης ἐλαίου παλαιοῦ ξέ. βʹ, ἀξουγγίου ξέ. δʹ· πάντα μίξας χρῶ. ἄλλο. 10 Ὄξους δριμέως ξέ. αʹ, πισσελαίου ξέ. αʹ, νίτρου λίτραν αʹ μίξας, τὸν ἵππον κατάχριε, πρότερον ἀπολούων δηλονότι, μυχνὺς καὶ τρυγελαιον ξέ. αʹ καὶ θείου ἀπύρου γο αʹ. ἄλλο. 11 Κέδρου Ἰταλικῆς γο εʹ, θείου ἀπύρου τὸ ἴσον, σανδασἡγʹ φάχης γο γʹ, ὀροβίνου, κηκίδος, ὀμφακίνου ἐλαίου ἄνὰ γο εʹ, καθαρεθεῖσης· διαφθείρεται γὰρ τὸ ζῶον. καὶ τὴν ἀναφύσιν δὲ τὴν διὰ τῶν ὀνύων ὁμοίως ἐν ἀρχῇ καὶ πρὸ τοῦ καταχρατεῖσθαι ἰσχυρῶς τὴν κεφαλὴν παραλαμβάνει.