Ancient Greek
263.1
Hippiatrica, Hippiatrica Berolinensia 263.1
Unproofread scanNot analysed yet
ἥν, μὴ ἀτελῆ τὴν πραγματείαν καταλιπεῖν, ἄλλως τε καὶ περὶ σπουδαίων συνταττομένην πραγμάτων. 4 τοῦτο γάρ, οἶμαι, κάλλιστον καὶ πανταχῇ περισπουδάστον ζῷον ἀνθρώποις ἵππος ἂν εἰκότως εἶναι νομίζοιτο. ὁδοιποροῦντι μὲν ἐπελαφρύνων τῷ δεσπότῃ τοὺς πόνους, πομπευόντι δὲ σεμνότεραν ἀποφαίνων καὶ περιβλεπτοτέραν τὴν πομπήν, ἐν γε μὴ τοῖς κατὰ πόλεμον ἀγῶσιν συγχινδυνεύων καὶ μετέχων τῶν ἔργων, ὡς ἐλεῖν μὲν τοὺς φεύγοντας τῶν πολεμίων, διασώσασθαι δὲ τῶν φίλων τοὺς σωτηρίας δεομένους. 5 διόπερ εἰκότως πρὸς μὲν ἀνθρώπων οὕτως τετίμηται, ὡς Ὀλυμπιάσι τε καὶ Πυθοῖ καὶ πανταχοῦ τῶν ἀγῶνων ἵπποις, ὥσπερ ἀνδράσι, τάχους ἀμίλλης προκείσθαι γέρα. παρὰ δὲ τοῖς θεοῖς τοσαύτης ἡξιώται σπουδῆς, ὡς μὴ μόνον ὑποξεύγνυσθαι τοῖς θείοις αὐτῶν ἅρμασιν, ἀλλ’ ἤδη καὶ τῷ τῶν ἀστρῶν κατ’ οὐρανὸν συντετάχθαι χορῷ. 6 οὐκ ἀσυντελὲς μὲν οὖν ἴσως ἂν τινι δόξειεν εἶναι πρὸς τὴν τοῦ συγγράμματος πρόθεσιν τὸ καὶ τῶν ὑπὸ τοῦ φιλοσόφου Ἀριστοτέλους ἱστορηθέντων μνήμην ἐν μέρει ποιήσασθαι, ὡς οὐ στέαρ ἵππος ἀλλὰ πιμελὴν ἔχει, πνεύμονά τε τριλόβον οὐχ ἔχοντα προσπεφυκυῖαν τὴν χολήν, κεῖσθαι γὰρ αὐτὴν παρὰ τὸ ἔντερον πολλὴν καὶ δυσώδη, καὶ ἔτι πρὸς τούτοις ὡς ἵππων καὶ ἡμιόνων ἐστίν, ὧν ὀστέον εὑρέθη ἐν τῇ καρδίᾳ. καὶ τοῖς πολλοῖς τὰ τοιαῦτα ἠγνοήθη, ὥσπερ Μί[κ]ωνι τῷ παλαιῷ, ὃς ἔφητο ἵππον καὶ τὸ κάτω βλέφαρον ἔχειν τρίχας, ὡς καλοῦσιν Ἕλληνες βλεφαρίδας· καθάπτεται γοῦν αὐτοῦ Σίμων ἰστην ἄγνοιαν ταύτην αἰτιώμενος. 7 ἐπεὶ δὲ οὐ περὶ τῆς φύσεως τοῦ ζῴου πρόκειται λέγειν, ἀλλὰ τὰς ἐφ’ ἑκάστῳ τῶν παθῶν θεραπείας παριστάναι, ταῦτα παραλείμ· ἕκεινα νῆ Δία, ὅποσα φιλοκάλως Ἀριστοτέλης ἱστο-