Ancient Greek
29.1
Hippiatrica, Hippiatrica Berolinensia 29.1
Unproofread scanNot analysed yet
τοῖς πρὸ ἡμῶν. 4 ἡμέτερα δὲ εὐρήματα ταῦτα· κολοκυντίδος Αἰγυπτίας σπέρμα ὅσον ὀξύβαφον κεκομμένον καὶ πεφρυγμένον ἐν οἴνῳ λευκῷ εὐώδει ὅσον κοτύλαις δυσὶ λεᾶναι, καὶ διηθήσαντας ἐν ὀθονίᾳ ἐγχυματίζειν διὰ τῆς δεξιᾶς ὠνός, καὶ αὐτὴ δὲ τῇ ἐντεριῶνῃ χρήσθαι πεφρυγμένῃ. ἄριστον δὲ καὶ τοῦ ἀγρίου σικίου τὴν ῥίζαν κόψαι λεπτὴν ὅσον ἡμμνον, ἐπιχέαι τε ὕδατος κοτύλας δύο καὶ βρέχειν νύκτα μίαν καὶ ἀνατριψαντας διηθῆσαι καὶ τούτῳ μιγνύειν νίτρου κεκομμένου ὀλκάς τρεῖς, εἴθ' οὕτως καταλαβόμενον τὴν γλῶτταν ἐγχυματίζειν διὰ τοῦ στόματος ἡμέρας ἐπὶ τὸ ἡμίον τοῦ φαρμάκου, τὸ δὲ λοιπὸν ποτίζοντας τῷ ὕδατι μιγνύειν. φλεβοτομεῖν δὲ ἐν ἀρχῇ, ἐὰν δὲ ἐγχρονίσῃ τὸ πάθος, μηκέτι· μειωθεῖσης γὰρ τῆς δυνάμεως συμβαίνει διαφωνεῖν τὸ ζῶον. ὡσαύτως δὲ ἐν ἀρχῇ τὸν ἐγχυματισμὸν |ποιεῖσθαι πρὸ τοῦ κατακρατεῖσθαι τὴν κεφαλὴν καὶ ἀναφυσᾶν διὰ τῶν ὠνῶν. οὐ συμβεβηκότος δὲ ἀπογυνώσκειν.