Ancient Greek
29.2
Hippiatrica, Hippiatrica Berolinensia 29.2
Unproofread scanNot analysed yet
5 καὶ τοῦτο δὲ γίνωσκε, ὡς ἐκ ταύτης τῆς νόσου ὁμδλως ἀναφέρει ἵππος καὶ καθαίρεται, ἡμίονος δ' οὐχ οὕτως διὰ τὸ ἔχειν ἐξ ἑτερογόνου ζῴου τὴν σύστασιν καὶ ἐγκρατεστέραν εἶναι τὴν ἀφθρίτιν. βοήθεια δὲ καὶ τούτῳ· ἑλλέβορον λευκοῦ στατῆρα Αἰγύπτιον <λαβόντας καὶ> τέμνοντας τοὺς στήθους τὴν βύρσαν καὶ τοὺς χιτῶνας ἐπιτιθέναι πόρπακας λινοὺς ἢ κανναβίνους παρ' ἑκάτερα τῆς τομῆς δύο, καὶ οὕτως ἐντιθέναι τὸν ἑλλέβορον, καὶ ἀποδηῆσαι τοὺς πόρπακας καὶ ἐᾶσαι,