Ancient Greek
290.5
Hippiatrica, Hippiatrica Berolinensia 290.5
Unproofread scanNot analysed yet
ἄλλο. 26 Ἡ ψώρα πολλάκις, εἰ μὴ βοηθείας τύχοι, θάνατον ἀπεργάζεται. χρὴ τοίνυν πρότερον ἐν οὔρῳ ἀνθρώπου ζεστῷ τὴν ψώραν ἀπολούειν, ἔπειτα δὲ ὕδατι, καὶ μετὰ ταῦτα ἡλίου θερμοτάτου τυγχάνοντος ἑλαίῳ σχινίνῳ ἢ κεδρίνῳ, ἢ κνιδῶν σπέρμα καὶ ὄξος καὶ ἄλμην μίζας, ἀπότριβε. εἰ δὲ ἐπικρατέστερον τὸ πάθος εὕρίσκοιτο, ἄσφαλτον μετὰ θείου καὶ πίσσης ὑγρᾶς καὶ ἀξουγγίον παλαιοῦ ἐν ἴσῳ σταθμῷ μίζας, καθέψησον. πρότερον δὲ τὴν ψώραν σιδήρῳ ἀποξύσας ἢ σμιλίῳ μέχρι τῆς ζωῆς σαρκός, οὕτω τοῖς προγεγραμμένοις χρῶ.