Ancient Greek
46.2 to 290.3
Hippiatrica, Hippiatrica Berolinensia 46.2-290.3
Unproofread scanNot analysed yet
Πελαγωνίου σύγχρισμα εἰς τὸ αὐτὸ πάθος. §9’ 5 Οἶνον ἅ γ’, ἔλαιον ἡμίνα, σίτον, κριθῶν, ὀρόβου, ἐρεβίνθων, φασιόλων, λαθυρίδων ἄνὰ ξε’ α’, πάντα εἰς ἕν καθέψησον, καὶ ἀνελόμενος τὰ προειρημένα, καὶ μόνον τὸ ἐφήμα τριτὸν σας, ὅλον ἀπότριβε τὸν ἵππον, καὶ τροποτίσματι κέχρησο τῷ ὑποκειμένῳ. προπότισμα εἰς τὸ αὐτό. §9’ 6 Οἶνον παλαιοῦ ἡμίνα, λιβάνου γο β’, κόστου γο β’ στέατος αἰγείου γο α’. ταῦτα εἰς ἕν λεάνας, ἐπίβαλλε ὕδωρ μέλιτος ἄλλο Διοσχορίδου. 24 Ἀμόργην ἔφων μέχρι μελιτώδους συστάσεως, καὶ συμμίσγον θέρμων ἀφέψημα καὶ χαμαιλέοντα βοτάνην καὶ στέαρ ὕειον, καταχῶιε, καὶ θεραπεύσεις. ἄλλο. 25 Εἰς θερμότατον ἥλιον στήσας τὸν ἵππον, μετὰ ψύκτης εἰς τοσοῦτον ἀπόξυε, ἄχρις οὐ αἵματος ὕσις ἐπιγίνεται. καὶ τηνικαῦτα λαβὼν κισσοῦ ῥίζαν ἀγρίου καὶ θείου πίσσαν ὑγρὰν καὶ στυπτηρίαν, καὶ μίζας πάντα καὶ ἀναθερμάνας, ἀπόχρει τὴν ψώραν.