Ancient Greek
295.1
Hippiatrica, Hippiatrica Berolinensia 295.1
Unproofread scanNot analysed yet
ταῖς παχεμβολαῖς, καὶ τῶν μὲν ἄρθρων καὶ σκελῶν μηδὲν πάθῃ, ὑποψίαν δὲ ἔχῃ ἠδικῆσθαι τι τῶν ἐντός, χρήσῃ ἐγχυματισμῷ τῷδε· ὅποῦ Κυρηναϊκοῦ διπλάσιον κυνάμου διεῖς ἐν ὀξυκράτῳ, ἴσον ἑκατέρου ὅσον κοτύλαις δυσί, διδόναι διὰ τῶν μυκτήρων. ἡ κονίαν ἀπὸ τῆς ἐστίας διέντα ἐν ὕδατος κοτύλαις τέσσαρσι διηθήσαντα δι’ ὀδονίου (ἔστω δὲ ἡ κονία δρυτίνη ἢ πρινίνη) ἢ ἀκακίας τὸν χυλὸν τῆς πυρρᾶς ὅσον οὐχίαν μίαν διέντα οἶνον κοτύλαις δυσίν. ἡ ῥόαν τὴν ἐσθιομένην κόψαντας διδόναι μετὰ οἶνου κοτυλῶν δύο διὰ τοῦ στόματος. 243 ἐὰν δὲ πεσὼν ἀφοδεύσῃ ἢ ὑγρὰ τιλήσῃ, περίεργον τὸ ἐγχυματίζειν, ζῇν γὰρ οὐ δύναται.