Ancient Greek
295.2
Hippiatrica, Hippiatrica Berolinensia 295.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Ἐὰν ποτε συμβῇ κατακρημνισθῆναι τὸν ἵππον ἀφ’ ὑψηλοῦ ἢ εἰς βάθος ἐμπεσεῖν, καὶ τῶν ἄρθρων μηδὲν πάθῃ, ὑποπτεύεται μέντοι ἠδικῆσθαι τι τῶν ἐντός· ὅποῦ Κυρηναϊκοῦ διπλάσιον κυνάθου τῷ μεγέθει διεῖς ὕδατος κοτύλαις δυσίν, ἐγχυμάτιζε διὰ τῶν μυκτήρων. ἡ κονίαν ἀπὸ τῆς ἐστίας διέντα κοτύλαις τέτρασιν οἶνον καὶ διηθήσαντα δι’ ὀδονίου χρή διδόναι· ἔστω δὲ ἡ κονία δρυτίνη ἢ πρινίνη. ἡ χυλοῦ ἀκακίας τῆς πυρρᾶς ἡ ῥοῖας τρωξίμης γο α’ διέντα οἶνου κοτύλαις τρισί, διδόναι διὰ στόματος. ἐὰν δὲ πεσὼν εὐθὺς ἀποτιλήσῃ, περίεργον ἐγχυματίζειν, οὐ δυνάμενον ζῇν.