Ancient Greek
301.1
Hippiatrica, Hippiatrica Berolinensia 301.1
Unproofread scanNot analysed yet
θερμὸν ἔχει καὶ κατάξηρον. συμβαίνει δὲ τοῦτο, ὅταν μὴ εὐέξοδος γένηται ἡ χολὴ διὰ τοῦ πόρου τοῦ ἐπὶ τὴν κύστιν ἄγοντος, καὶ διὰ τῆς οὐρήσεως ἐκκρισιν λάβῃ, ἀλλ’ ἐμμένη, καὶ ἐν ὀδιοπορίᾳ γένηται ἡ ὁρόμη. θεραπεύεται δὲ κλυζόμενος νίτρῳ καὶ ἑλαίῳ μεθ’ ὕδατος, καὶ τῶν ἔργων παύλαν ἔχων καὶ ἐν ἡσυχίᾳ ἔστω. ἐσθιέτω δὲ χόρτον χλωρὸν ἄπαλόν, εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν καταφραίνοντας νίτρῳ ἢ γλυκεῖ ἢ ὀδρομέλιτι παραβάλλειν, καὶ μαλάχην ἀφεψήσαντας ὕδατι θερμῷ μετὰ οἴνου γλυκέος, ἐγχυματίζειν διὰ τῶν ὀνῶν. κριθὰς δὲ μὴ παραβάλλειν, ἄχρις οὐ καθαρθῇ, βρέχοντα δὲ διδόναι τὸ ἀπόβρεγμα πιεῖν μετὰ τοῦ νίτρου, καὶ τρίψει μὴ πολλῇ χρήσθαι. ἔστω δὲ ὁ κλυστὴρ ἀσκίων, καλάμιον ἔχον ἐνδεδεμένον καὶ κεκρωμένον, τὸ προστιθέμενον τῷ σφιγκτήρι. δεῖ δὲ τὰ παρακείμενα κόπρια προεκκοιμάσθαι τῇ χειρί.