Ancient Greek
301.2
Hippiatrica, Hippiatrica Berolinensia 301.2
Unproofread scanNot analysed yet
2 ὕγρᾶς δὲ ἐπιγενομένης ἐπιγνωσθήσεται διὰ τούτων· ὀφθαλμοὶ μήλινοι γίνονται καὶ στίλβοντες, ῥόθυνας διεσταλμένους ἔχει, ἱδροὶ τε τὰ ὦτα καὶ τὰς λαγόνας, τὸ τε στόμα θερμὸν ἔχει, καὶ αἱ ὑπὸ τὴν γλῶσσαν φλέβες ὡσαύτως μήλινοι, καὶ ἐκτινάσσων ἑαυτὸν στένει. ἐνίοτε δὲ καὶ χολαίνει τινὰ τῶν σκελῶν καὶ οἰδοῦντα ἔχει. οὐρεῖ δὲ ὠχρὸν καὶ χολῶδες. κατακλιθεὶς δὲ |καὶ ἐκτείνας ἑαυτὸν στένει. λέγεται δὲ βοηθεῖσθαι ἐγχυματιζόμενος ὀξυκράτῳ ἴσον ἑκατέρου κοτύλαις δυσί. ἡμεῖς δὲ ἐχρησάμεθα καὶ τούτοις· κύμινον καὶ θύμον ἴσον ἑκατέρου τρίψαντες, οἴνῳ καὶ μέλιτι πλήθει κοτύ-