Ancient Greek
302.2
Hippiatrica, Hippiatrica Berolinensia 302.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. χμβ' 3 Ἐὰν χολέρα συνέχηται ὕγρᾳ, ἡ κοιλία ὑγραίνεται, καὶ στρόφοι ἐγγίγνονται, καὶ ἔστως ἐν τῇ ἱπποστασίᾳ τὸ στήθος πρὸς τὸν τοῖχον ὤθεῖ, καὶ δυσκόλως παρίσταται, καὶ λακτίζει, καὶ πέφροικε, καὶ οὐρεῖ παχὺ καὶ μέλαν. κράμβης οὖν ἄγρίας φύλλα τριῦν καὶ ἀναξέδας ἐν οἴνῳ παλαιοῦ κοτύλαις δυσὶ καὶ μέλιτος ἡμικοτύλῳ, ἐγχυμάτιζε διὰ στόματος. τὸ αὐτὸ 250' δὲ ποιεῖ καὶ ὀποπάνας καὶ πέπερι τριφθέντα μετὰ τοῦ παλαιοῦ οἴνου καὶ ἐγχυματισθέντα. τῇ δὲ τροφῇ τῇ εἰθισμένῃ χρήσθω, ὀλίγον μέντοι ἐλάττον.