Ancient Greek
302.4
Hippiatrica, Hippiatrica Berolinensia 302.4
Unproofread scanNot analysed yet
4 ἡ δὲ ξηρὰ χολέρα θεραπεύεται οὕτως· κράμβης ἄγρίας ὁμοίως καὶ νίτρον τριφθέντων ἐν οἴνῳ, καὶ ἐγχυματισμοῦ προσενεχθέντος, προσαντλείσθω ψυχῷ ὕδατι κατὰ τὸν ὀμφαλόν. 5 Στρατόνικος δὲ συντάσσει μέλιτος ὀξύβαφον καὶ μαράθου σπέρματος ὀξύβαφον, μελιλάτουν ὀλκὴν τριψαντα ἐν οἴνῳ κοτύλῃ καὶ ὕδατος ξέσταις ἐξ, ἐγχεῖν διὰ στόματος. ἐὰν δὲ ἡ κοιλία ὑποστή, κλυστήρα ἐνθέντα τὸ πνεῦμα ἐκβαλεῖν, ἢ καὶ παιδαρίου διὰ τῆς ἕδρας καθέντος τὴν χεῖρα ἐκκαθᾶραι τὰ κόπρια. ποτίζειν δὲ χλιαρῷ, κατὰ βραχὺ νίτρον παραβάλλοντα, καὶ χόρτον ἄπαλὸν διδόναι.