Ancient Greek
316.4
Hippiatrica, Hippiatrica Berolinensia 316.4
Unproofread scanNot analysed yet
ἄλλο. περὶ συκῆς ἐν πτέρναις. 3 Συμβαίνει κατὰ τὴν πτέρναν τοῦ ὀπισθίου ποδὸς παρ᾽ αὐτὴν τὴν χειλιδόνα ἕλκος γίνεσθαι, ὃ καλοῦσι συκὴν. ἐνοχλεῖται οὖν ἐκ τούτου καὶ χωλεῦει καὶ πόνους ἔχει καὶ ἄφασθαι τινα οὐκ ἐξ. τοῦτο οὖν δεῖ θεραπεύειν ὡς τάχιστα τῷ καυτηρίῳ καὶ τοῖς ἄλλοις φαρμάκοις. χρονίου γὰρ γινομένου, ἐν τῷ περιπάτῳ κατ᾽ ὄνυχα τείνειν τὴν ὀπλὴν ἐπισυμβαίνει, καὶ γίνεται καθόλου χωλός. συμβαίνει δὲ τοῦτο ὄνῳ καὶ ἡμίονῳ, ἵππῳ δὲ οὐ ῥαδίως.