Ancient Greek
319.2
Hippiatrica, Hippiatrica Berolinensia 319.2
Unproofread scanNot analysed yet
Πρὸς μὲν τοὺς προ[σ]ειλημμένους νευριτικοὺς οὐδὲν δύναται προσωφελῆσαι βοήθημα. καλὸν δὲ γεγράφθαι τὰ σημεῖα, ἵνα μήτις τὸν νευριτικὸν δόξας ἑτέρῳ πάθει περιπεπτωκέναι, καὶ μὴ δυνηθεὶς θεραπεύσαι, καταγνωσθῇ. ὁ νευριτικὸς οὖν τὸν αὐχένα ἀποτείνει, καὶ τὴν κεφαλὴν ἐκτείνει, τὸ τε πρόσωπον ἀνανεύσαι καὶ τὸ στόμα ἀνοίγειν ἀδυνατεῖ, διὸ οὔτε ἐσθίειν οὔτε πίνειν δύναται. καὶ προβάλλων τὰ αἰδοῖα κατὰ μικρὸν οὐρεῖ, καὶ ἡ γαστὴρ οὐχ ὑποχωρεῖ. συμβαίνει δὲ καὶ περιπατοῦντα μεταφέρεσθαι καὶ πίπτειν ἐπὶ τὸν τράχηλον, διὰ τὸ ἔχειν τὰ ἔντος νεῦρα κατατεταμένα σφόδρα. διόπερ, ὡς ἔφην, προσειλημμένος ζῆν οὐκ ἂν δύναιτο.