Ancient Greek
319.3
Hippiatrica, Hippiatrica Berolinensia 319.3
Unproofread scanNot analysed yet
κεφάλαιον πρὸς τὰ κατὰ νεῦρον τραύματα. 1 Ἀψύτου. Ἄριστον τοῖς ἵπποις πρὸς τὰ κατὰ νεῦρον τραύματα ἀμόργης παλαιᾶς ἑφθῆς ἐπὶ τρίτον κοτύλην μίαν, πτελέας ὄξης τοῦ φλοιοῦ ἐψήσαντα τοῦ χυλίσματος κοτύλην μίαν, ταύρου χολῆς ἡμικοτύλιον, ἀριστολοχίας λεπτῆς στατῆρας δʹ (εἰ δὲ μὴ ἡ ταυρεία, τράγου ἀγρίου), ταῦτα συγχέαντα εἰς ἀγγείου ἕψειν ἐν ὑπαίθρῳ. ὅσῶν δὲ ἑφθὸν γένηται, κάρφος λαβόντα ἐπιστάζαι ἐν ὀστράκῳ, καὶ ἐὰν πῆσῃται, ἄραι συντόμως καὶ χρῆσθαι.