Ancient Greek
322.1
Hippiatrica, Hippiatrica Berolinensia 322.1
Unproofread scanNot analysed yet
ἑλαίου ἐπίχριε. ἢ τρύγα ἑλαίου θερμοῦ ἄλειφε ἐν ἡλίῳ καὶ ἀποπεσόνται. r κεφάλαιον πζ´ περὶ ἐχιοδήκτων. Ἀψύρτου. χ´i´ 1 Ἄψυρτος Ἰουλίῳ Σατουρνίνῳ δεκουρίῳνι χαίρειν. ἔγραψάς μοι ,τίνα σημεῖα πρόσδεσι τῷ ἀπὸ ἔχεως δηχθέντι. ἔστι δὲ ταῦτα· πέφρικε τὸ σῶμα, καὶ οἱ ὀφθαλμοὶ οἴδουσι, καὶ τὸ στόμα καὶ τοὺς ὀδόντας ἐνείρει, καὶ αἱ τρίχες τῆς χαίτης ἀπορρέουσιν, ἐσθ´ ὅτε δὲ καὶ τῆς οὐχᾶς, καὶ ἐκβολαὶ τοῦ σώματος γίνονται ὀσμὴν ἔχουσαι. θεραπεύεται δὲ ἐγχυματίζομενος πεπέρεως λευκοῦ ἢ μέλανος κόκκοις λ´ τετριμμένοις μετὰ οἴνου διὰ τοῦ στόματος, ἢ θύμῳ κεχομμένῳ μετὰ οἴνου, ἢ τορδύλῳ μετὰ οἴνου, ἢ ῥοδίνῳ μετὰ οἴνου. ἢ πηγάνῳ μετὰ οἴνου τετριμμένῳ, ἢ τῇ ἀρτεμισίᾳ βοτάνῃ ἐψηθείσῃ. ἔστι δὲ κίνδυνον ἔχον.