Ancient Greek
322.5
Hippiatrica, Hippiatrica Berolinensia 322.5
Unproofread scanNot analysed yet
v Ἱεροκλέους εἰς τὸ αὐτό. 2 Συνέχεόν τινες τὸν περὶ τῶν ὑπὸ ἔχεων ἢ σκορπίων ἢ φαλαγγίων ἢ μυγαλῶν δηχθέντων λόγον, ἡμεῖς δὲ καθ´ ἑκάστον εὐκαινῶς ἐροῦμεν. ὅταν τοίνυν ὑπὸ ἐχίδνης δηχθῇ, φρίκη τῷ σώματι ὑποτρέχει, καὶ οἱ ὀφθαλμοὶ οἴδουσι, τρίζει τε τοῖς ὀδοῦσι, καὶ αἱ τρίχες τῆς χαίτης ἀπορρέουσιν, ἐκ τε τοῦ σώματος ἐκβράσματα γίνεται ὀσμὴν ἔχοντα ἀηδῆ. θεραπεύεται δὲ ἐγχυματίζομενος πεπέρεως λευκοῦ κόκκοις τριάκοντα κεχομμένοις μετὰ οἴνου διὰ στόματος, ἢ θύμῳ μετὰ οἴνου, ἢ βοτάνῃ τῇ ἀρτεμισίᾳ ἐψηθείσῃ μετὰ οἴνου.