Ancient Greek
327.1
Hippiatrica, Hippiatrica Berolinensia 327.1
Unproofread scanNot analysed yet
καὶ πρὸς τὸ φαλάγγιον. τὰ δὲ κατεργωγότα ἀποσμήξας, τῷ μαλακῷ φαρμάκῳ χρῆι. ἄλλο. περὶ βουπρηστέως ἢ φαλαγγίου. 14 Ἐὰν βούπρηστιν ἢ φαλάγγιον συγκαταπίῃ ἵππος σὺν τῷ ψα' χόρτῳ, πίπρᾳται αὐτῷ ἡ κοιλία, καὶ ἀπόσιτος γίνεται, τέταται δὲ ὅλος, καὶ τὰ ὑποχωρήματα φέρει συχνότερον, ἀναπνεῖ τε κατὰ μικρόν. θεραπεύε οὖν οὕτως· δεσμεύων |ἀνάκλα τὴν 273ᵛ κεφαλήν, καὶ διέλε τὰς φλέβας τὰς ἐπάνω τῶν μυκτήρων, ἵνα τὸ αἷμα ἔξω ῥέοι διὰ τοῦ στόματος, καὶ ἐγχυμάτιζε κράμβην ἐφήσας, καὶ μετὰ γάρον καὶ ἔλαιον δίδου φαγεῖν.