Ancient Greek
135.6
Hippiatrica, Hippiatrica Berolinensia 135.6
Unproofread scanNot analysed yet
Ἱεροκλέους περὶ τραχήλου ἐκπτώσεως. 2 Τὸ μὲν ὄνομα τούτῳ ἐστὶ τῷ πάθει τραχήλου ἐκπτωσις. λέγει δὲ Ἀψυρτος μὴ εἶναι ἐκβολήν, ἀλλὰ παραγωγὴν· τοὺς γοῦν ἐπιδέσμους τοὺς διὰ τῶν πλαστίγγων μέμφεται. φησὶ δὲ δεῖν ἐστῶτος τοῦ ἵππου τὸ παρηγμένον μέρος τοῦ τραχήλου καὶ κεκυρτωμένον ἀνῳσασθαι εἰς τάξιν, εἶτα οὕτως πόρπακας ποιήσαντα μυριχίνους ἐντιθέναι τῷ τόπῳ παρὰ βύρσαν, ἀντιπόρπους τρυπῶντα τῷ σχαστηρίῳ. τὸ δὲ εἶδος