Ancient Greek
348.9
Hippiatrica, Hippiatrica Berolinensia 348.9
Unproofread scanNot analysed yet
ἄλλο. 26 Ὄξους σκιλλητικοῦ ξε. α' Ἰταλικόν, πίσης Βουττίας ξε. α', κηροῦ ξε. α', σινωπίδος γὼ β', ὀητίνης φρυκτης ξε. α', ἄλεύ- 4 ἡ τοίνυν θεραπεία αὐτοῦ αὕτη· ἐν οἴκῳ θερμῷ ἵστασθω, καὶ αἱ τοῦ τραχήλου αὐτοῦ φλέβες λυέσθωσαν καὶ μετὰ τρίτην ἡμέραν ἀπὸ τῶν ὤμων αὐτοῦ αἷμα ἀφαιρείσθω. εἰ δὲ χρεία καλέσει, καὶ ἀπὸ τῶν μηρῶν μεθ’ ἡμέρας πέντε, ὥστε ἀπὸ παντὸς τοῦ σώματος τῶν φλεβῶν λυομένων πάντα τὸν τοῦ πάθους ἰὸν σὺν τῷ αἵματι διαφωρηθῆναι· τῆς γὰρ τοῦ αἵματος ῥύσεως γενομένης, οὐ ταχέως διαφωνεῖ. τὸ τε λοιπὸν τὴν συνήθη τροφὴν πρόσβαγε, καὶ εἰ κριθὰς φαγεῖν μὴ βούλοιτο, ἄλφιτα δίδου μετὰ κυάμων ἀληλεσμένων, ποτὸν δὲ ὕδωρ χλιαρόν, καὶ μετὰ ταῦτα βαλὼν οἶνον, ἔλαιον, νίτρον, ἄσφαλτον, πηγάνου σπέρμα, καὶ δαφνίδας, καὶ ἐφήσας, ὅλον ἄνὰ τρίχα τὸ σῶμα ἀπότριβε τῷ ἐφήματι, μέχρις ἂν ἀποκάμης, εἶτα δέρμασιν ἐρέαν ἔχουσι καὶ βεβρεγμένοις ἐν τῷ αὐτῷ ἐφήματι τὰ περὶ τοὺς νεφροὺς ἐπιδέσμει.