Ancient Greek
362.2
Hippiatrica, Hippiatrica Berolinensia 362.2
Unproofread scanNot analysed yet
Ἱεροκλέους εἰς τὸ αὐτό. Συμβαίνει τὸ τῆς μανίας καὶ λύσσης πάθος τοῖς ἵπποις μάλιστα ἢ διὰ καύματος ὑπερβολὴν ἢ προσφορὰν ὀρόβων πλείονων, ἢ τῇ μήνυγγι πλείονος αἵματος ἐπενεχθέντος, ἢ τῆς χολῆς παρεμπεσούσης εἰς τὰς φλέβας τὰς αἱμαγωγοὺς, ἢ διὰ φαυλότητα ὑδάτων. χρεμετίζει οὖν ἀκαίρως καὶ δάκνει, καὶ ἀνθρώποις δὲ ἐπιτρέχει. βοηθοῦνται δὲ οἴνου μέλανος αὐστηροῦ |κοτύλαις τέτрасιν ἐγχυματιζόμενοι, καὶ καταλαμβανόμενοι δεσμῷ ἀσφαλῶς, ἢ σιχοῦν ἀγροίου τῆς δίξης ἐψηθείσης ἐν οἴνῳ κοτύλαις δυσί, νίτρου μιχθέντος, ἢ πηγάνῳ μετὰ ἡδυόσμου κοπέντι. χρειεσθῶσαν δὲ καθ’ ὅλου τοῦ σώματος ἐλλεβόρῳ μέλανι ἀναξεσθέντι ἅπαξ ἐν ὧsei, μάλιστα δὲ τὴν κεφαλήν, τῆς τριψεως ἐντονωτέρας γινομένης. γυμναξεσθῶσαν δὲ ἐπὶ πλεῖον, καὶ ἀφαιρεῖσθω αἷμα ἐκ τῶν σκελῶν καὶ βραχιόνων. κριθὰς δὲ μὴ προσφέρειν, μέχρις ἂν νήψωσι.